Tovoion Tv Ἐγκώμια τῆς Κοιμήσεως τῆς Ὑπεραγίας ἡμῶν Θεοτόκου

Τήν Δευτέραν, 14ην /27ην μηνός Αὐγούστου 2018, ἔλαβε χώραν εἰς Γεθσημανῆν καί εἰς τό Θεομητορικόν Μνῆμα ἡ τελετή τῶν Ἐγκωμίων τῆς Θεοτόκου.Μετά τήν προσκύνησιν εἰς τό Θεομητορικόν Μνῆμα καί εἰς τήν νοτίως αὐτοῦ εἰκόνα τῆς Κοιμήσεως τῆς Θεοτόκου καί τῆς Πλατυτέρας ἐνεδύθη ὁ Μακαριώτατος ὡσαύτως καί οἱ Ἀρχιμανδρῖται καί τοῦ Ἐπιταφίου τῆς Θεοτόκου προσαγομένου ἐν τῷ μέσῳ τοῦ Ναοῦ, ἤρξατο ἡ ἀκολουθία τῶν Ἐγκωμίων εἰς 3 Στάσεις: Α´ «Ἡ ἁγνή ἐν τάφῳ κατετέθης, βαβαί…»

Β´ «Ἄξιόν ἐστιν μεγαλύνειν σε τήν Θεοτόκον…»

Γ´ «Αἱ γενεαί πᾶσαι ὕμνον τῇ ταφῇ σου προσάγουσιν, Παρθένε…»

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Στχ. Μακάριοι οἱ ἄμωμοι ἐν ὀδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.

Ἡ Ἁγνή ἐν τάφῳ κατετέθης βαβαί

ἡ Θεόν ἐν τῇ γαστρί σου χωρήσασα

καί κυήσασα ἀφράστως ἐπί γῆς.

Μαριάμ πῶς θνήσκεις πῶς τῷ τάφω οἰκεῖς

τῆς ζωῆς τόν χορηγόν ἡ γεννήσασα

τούς νεκρούς ἑξαναστήσαντα φθορᾶς

Μέτρα γῆς ὁ στήσας Θεός Λόγος

ἁγνή Χωρητός τή σή νή δυιί ἐγένετο

πῶς ἐν τάφῳ σμικροτάτῳ σύ χωρεῖς.

Τόν ὡραῖον κάλλει παρά πᾶν τούς βροτούς

ἡ γεννήσασα ἀνείδεος φαίνεται

ὑποκύπτουσα θεσμοῖς τοῖς φυσικοῖς